Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὦ τρισμακάριστε Σταυρέ καί πανσεβάσμιε, σέ προσκυνοῦμεν οἱ πιστοί καί μεγαλύνομεν, ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. Ἀλλ’ ὡς τρόπαιον καί ὅπλον ἀπροσμάχητον, περιφρούρει τε καί σκέπε τῇ σῇ χάριτι, τούς σοί κράζοντας· χαῖρε, Ξύλον μακάριον.
Ἄγγελοι οὐρανόθεν ἀοράτως κυκλοῦσι, Σταυρόν τόν ζωηφόρον ἐν φόβῳ (τρίς) καί φωτοπάροχον χάριν λαμπρῶς παρεχόμενον, νῦν τοῖς πιστοῖς βλέποντες, ἐξίστανται καί ἵστανται βοῶντες πρός αὐτόν τοιαῦτα·
Χαῖρε Σταυρέ, οἰκουμένης φύλαξ·
χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας.
Χαῖρε, ὁ πηγάζων ἀφθόνως ἰάματα·
χαῖρε, ὁ φωτίζων τοῦ κόσμου τά πέρατα.
Χαῖρε, ξύλον ζωομύριστον, καί θαυμάτων θησαυρέ·
χαῖρε, συνθετοτρισόλβιε, καί χαρίτων παροχεῦ.
Χαῖρε, ὅτι ὑπάρχεις ὑποπόδιον θεῖον·
χαῖρε, ὅτι ἐτέθης εἰς προσκύνησιν πάντων.
Χαῖρε κρατήρ τοῦ νέκταρος ἔμπλεως·
χαῖρε, λαμπτήρ τῆς ἄνω λαμπρότητος.
Χαῖρε, δι’ οὗ εὐλογεῖται ἡ κτίσις·
χαῖρε, δι’ οὗ προσκυνεῖται ὁ Κτίστης.
Χαῖρε, Ξύλον μακάριον.
Βλέπουσα ἡ Ἑλένη ἑαυτήν ἐν ἐφέσει, φησί τῷ Βασιλεῖ θαρσαλέως· Τό παμπόθητόν σου τῆς ψυχῆς εὐχερέστατόν μου τῇ σπουδῇ φαίνεται· ζητοῦσα γοῦν τό κράτιστόν σοι τρόπαιον, ὡς λέγεις, κράζω·
Ἀλληλούϊα.
ΑΙΝΟΙ Ήχος πλ. δ' ΨΑΛΜΟΣ ΡΜΗ' (148)
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ὢ τοῦ παραδόξου θαύματος! τὸ ζωηφόρον φυτόν, ὁ Σταυρὸς ὁ πανάγιος, εἰς ὕψος αἰρόμενος, ἐμφανίζεται σήμερον· δοξολογοῦσι πάντα τὰ πέρατα· ἐκδειματοῦνται δαίμονες ἅπαντες, ὢ οἷον δώρημα, τοῖς βροτοῖς κεχάρισται! δι᾿ οὗ Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὢ τοῦ παραδόξου θαύματος! τὸ ζωηφόρον φυτόν, ὁ Σταυρὸς ὁ πανάγιος, εἰς ὕψος αἰρόμενος, ἐμφανίζεται σήμερον· δοξολογοῦσι πάντα τὰ πέρατα· ἐκδειματοῦνται δαίμονες ἅπαντες, ὢ οἷον δώρημα, τοῖς βροτοῖς κεχάρισται! δι᾿ οὗ Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Ὢ τοῦ παραδόξου θαύματος! ὡς βότρυν πλήρη ζωῆς, ὁ βαστάσας τὸν ὕψιστον, ἀπὸ γῆς ὑψούμενος, Σταυρὸς ὁρᾶται σήμερον· δι᾿ οὗ πρὸς Θεὸν πάντες εἱλκύσθημεν, καὶ κατεπόθη εἰς τέλος θάνατος, Ὦ ξύλον ἄχραντον! ὑφ᾿ οὗ ἀπολαύομεν τῆς ἐν Ἐδέμ, ἀθανάτου βρώσεως, Χριστὸν δοξάζοντες.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὢ τοῦ παραδόξου θαύματος! εὖρος καὶ μῆκος Σταυροῦ, οὐρανοῦ ἰσοστάσιον, ὅτι θείᾳ χάριτι, ἁγιάζει τὰ σύμπαντα, ἐν τούτῳ ἔθνη βάρβαρα ἥττηνται· ἐν τούτῳ σκῆπτρα ἀνάκτων ἥδρασται. Ὢ θείας κλίμακος! δι᾿ ἧς ἀνατρέχομεν εἰς οὐρανούς, ὑψοῦντες ἐν ᾄσμασι, Χριστὸν τὸν Κύριον.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'
Σήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου, καὶ πιστοὶ εἰσδέχονται αὐτὸν ἐκ πόθου, καὶ λαμβάνουσιν ἰάματα ψυχῆς τε καὶ σώματος, καὶ πάσης μαλακίας. Αὐτὸν ἀσπασώμεθα τῇ χαρᾷ καὶ τῷ φόβῳ· φόβῳ διὰ τὴν ἁμαρτίαν, ὡς ἀνάξιοι ὄντες· χαρᾷ δὲ διὰ τὴν σωτηρίαν, ἣν παρέχει τῷ κόσμῳ, ὁ ἐν αὐτῷ προσπαγεὶς Χριστὸς ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
![](https://i.ytimg.com/vi/IZKT5UqDJGQ/mqdefault.jpg)