Απολυτίκιο κοντάκιο μεγαλυνάριο του Αγίου Ιερομάρτυρος Φωκά Επισκόπου Σινώπης.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 22 Σεπτεμβρίου.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἐκ βρέφους τοῦ Πνεύματος, ὀφθεὶς δοχεῖον λαμπρόν, θαυμάτων ἐπλούτησας, τὴν παρ’ αὐτοῦ δωρεάν, Φωκᾶ ἱερώτατε· ὅθεν ἱερουργήσας, τῷ Σωτῆρι ὁσίως, ἔπιες ἐν ἀθλήσει, τὸ ποτήριον τούτου· ᾧ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Κοντάκιον. Ἦχος πλ. γ’. Ἡ Παρθένος σήμερον.
Τοῦ Ἁγίου Πνεύματος, τὴν πλουσιόδωρον χάριν, ὡς πηγὴν θεόβρυτον, ἐν τῇ ψυχῇ κεκτημένος, ἔσβεσας, πόνων ἱδρῶσι πλάνης τὴν φλόγα, βρύεις δὲ, θαυμάτων ῥεῖθρα τοῖς ἐκβοῶσι· χαίροις κλέος Ἱερέων, καὶ τῶν Μαρτύρων Φωκᾶ μακάριε.
Μεγαλυνάριον.
Τοῦ Εὐαγγελίου μυσταγωγός, ἱερῶν θαυμάτων, θεοδόξαστος αὐτουργός, Ἐκκλησίας στῦλος, Φωκᾶ Ἱερομάρτυς, ἐδείχθης διασώζων, τοὺς προσιόντας σοι.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ещё видео!